第18課

概観

§.

練習18

  1. δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.
  2. ἀτυχίαι τοὺς ἀνθρώπους σωφρονεστέρους καθιστᾶσιν.
  3. καὶ δοῦναι καὶ λαβεῖν πιστὰ ἐθέλομεν.
  4. ὁ Σωκράτης ἔστη πολὺν χρόνον ἄνευ ὑποδημάτων.
  5. τῷ δ᾿ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ᾿ ἀνένευσε.
  6. ἐδόκει τοῖς Ἀθηναίοις στῆναι ἐνταῦθα καὶ πολεμεῖν.
  7. τί οὐκ ἀνεστήσατε τοὺς θύλακας παρὰ τῇ γεφύρᾳ;
  8. τότε δὲ ἀπέστησαν πρὸς Κῦρον αἱ Ἰωvικαὶ πόλεις πλὴν Μιλήτου.
  9. ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχει
    τιμὴν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ᾿ ἐμὸν νόον.
  10. ποιητής τις λέγει ὅτι οἱ θεοί, ἐπειδὴ ἐποίησαν τὰ ζῷα γέρας τι ἑκάστῳ διένειμαν. καὶ τοῖς μὲν ταύροις κέρα ἔδοσαν. τοῖς δὲ ἵπποις ὁπλὰς, τοῖς δὲ ὄρνισι πτέρυγας, καὶ τοῖς ἄλλοις ἄλλο τι τοιοῦν. ἀνθρώποις δὲ οὐδὲν τοιοῦτον ἔδοσαν, ἀλλὰ τοῖς μὲν ἀνδράσι ἀρετήν, ταῖς δὲ γυναιξὶ κάλλος. διὰ δὲ ταῦτα ἡ γυνὴ πάντων κρατίστη ἐστί. οἱ γὰρ ἄνδρες πάντα νικῶσι τῇ ἀρετῇ, αἱ δὲ γυναῖκες νικῶσι τοὺς ἄνδρας τῷ κάλλει.

ギリシア語小辞トップに戻る
ギリシア語方言トップに戻る
ギリシア語文法トップに戻る
ギリシア神話トップに戻る
トップに戻る