XLVI. Ἡ μϛʹ, ὡς Τροίας πορθουμένης ὑπεκθίθεται Πρίαμος εἰς Λυδίαν δύο παῖδας Ἕκτορος, Ὀξύνιον καὶ Σκάμανδρον. ἐπεὶ δὲ τὸ Ἴλιον ἥλω, Αἰνείας, ὁ Ἀγχίσου καὶ Ἀφροδίτης, διαφυγὼν τοὺς Ἀχαιοὺς τὸ μὲν πρῶτον ᾤκει τὴν Ἴδην, Ὀξυνίου δὲ καὶ Σκαμάνδρου ἐπανελθόντων ἀπὸ Λυδίας καὶ ὡς πατρῴας λήξεως μεταποιουμένων τῶν περὶ τὸ Ἴλιον τόπων συμφυγάδων πρὸς ἥλιον ἀνίσχοντα ᾤχετο κατὰ Ἀφροδίτης ἐπίσκηψιν. διαβὰς οὖν τὸν Ἑλλήσποντον καὶ ἀφικόμενος εἰς Θερμὸν καλούμενον κόλπον, Ἀγχίσην μὲν ἀποθανόντα θάπτει, αὐτὸς δὲ τῶν ἐπιχωρίων δεομένων ὥστε βασιλεύειν αὐτῶν οὐκ ἐδέξατο. εἶτα εἰς τὴν Βρουσιάδα γῆν ἔρχεται. πᾶσι δ᾿ ἦν ἐφίμερος οἷς ἐντυγχάνοι κατὰ χάριν τῆς Ἀφροδίτης. ἐνταῦθα μυκησαμένης τῆς συνεπομένης αὐτῷ βοὸς ἐξ Ἴδης (τοῦτο γὰρ Ἀφροδίτη ἐπέσκηψε) λαμβάνει τὸ κράτος τῆς γῆς διδόντων τῶν ἐπιχωρίων, καὶ τὴν βοῦν θύει Ἀφροδίῃ, καὶ κτίζει πόλιν, ἣ τότε μὲν Αἴνεια ἀπὸ τοῦ κτίσαντος, ὕστερον δὲ παρενεγκόντος τοῦ ὀνόματος Αἶνος ἐκλήθη. λόγος μὲν οὖν εἷς οὗτος ὑπὸ Ἑλλήνων ἐπὶ πολλοῖς ἄλλοις λέγεται· ὁ δὲ τὸ Ῥωμαῖον γένος εἰς αὐτὸν ἀναφέρων καὶ οἰκιστὴν ποιῶν Ἄλβας, καὶ τὸ χρηστήριον ὃ κατοικεῖν ἐπέτρεπεν ὁπότ᾿ ἂν αὐτὸς ἅμα τῶν σὺν αὐτῷ θύσας μετὰ τῶν σιτίων καταφάφοι καὶ τὰς τραπέζας, οὗτος κατημάξευται.
( 訳)