スピンクス
Σφίγξ
Sphinx
概要
出自
神話
引用
45 Πολύβῳ τροφεῖ : οἶον τῷ θρέψαντι.
γνοὺς ὅτι οὐκ ἂν εἴη αὐτοῦ πατήρ, τροφεῖα καταγάλλει : ---MTA
ὡς δ᾿ ἐπεζάρει : ἐζήτησε τοὺς ἐν τῇ πόλει ἀφαρπάσαι : ---MTA
ζάρος ὄρνεόν ἐστιν ἁρπακτικόν.
τὴν δὲ Σφίγγα οἱ μὲν ἔχειν πρόσωπον μὲν παρθένου, στῆθος δὲ καὶ πόδας λέοντος, πτερὰ δὲ ὄρνιθος· Σωκράτης [frg. 13] δὲ ἐγχωρίαν αὐτὴν χρησμολόγον φησὶ δύσγνωστα μαντευομένην, ἅπερ ἀγνοοῦντες οἱ Θηβαῖοι καὶ ἐναντίως αὐτοῖς χρώμενοι ἀπώλοντο.
Ἀσκληπιάδης [frg. 21] δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθ᾿ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός· λόγιον γὰρ ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν πρὶν ἂν τοὺς τῆς Σφιγγὸς λύσειαν χρησμούς.
ὁπότε δὲ μὴ συνίοιεν, ἁρπάζειν αὐτὴν ὅντινα ἂν βούλοιτο τῶν πολιτῶν : ---MTAB
ἐπέκειτο κακοποιοῦσα.
ἁρπασθῆναι δέ φασιν ὑπ᾿ αὐτῆς Αἵμονα τὸν Κρέοντος παῖδα.
τινὲς δέ φασιν ὅτι μία τῶν σὺν ταῖς Κάδμου θυγατράσι μανεισῶν μετεβλήθη εἰς τὸ ζῷον τὴν Σφίγγα : ---MTAB
ἐπεβάρει ἐπεκράτε : ---Mg
改訂履歴